Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.3 Dem. 5.8 (English) >>Dem. 5.11

5.6πάλιν τοίνυν, ἄνδρες Ἀθηναῖοι, κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτὴν τῷ μὲν τῆς τέχνης προσχήματι τυγχάνοντʼ ἀδείας, κακὰ δʼ ἐργαζόμενον τὰ μέγιστα τὴν πόλιν καὶ τὰ παρʼ ὑμῶν διοικοῦντα Φιλίππῳ καὶ πρυτανεύοντα, παρελθὼν εἶπον εἰς ὑμᾶς, οὐδεμιᾶς ἰδίας οὔτʼ ἔχθρας οὔτε συκοφαντίας ἕνεκα, ὡς ἐκ τῶν μετὰ ταῦτʼ ἔργων γέγονεν δῆλον. 5.7καὶ οὐκέτʼ ἐν τούτοις αἰτιάσομαι τοὺς ὑπὲρ Νεοπτολέμου λέγοντας (οὐδὲ εἷς γὰρ ἦν), ἀλλʼ αὐτοὺς ὑμᾶς· εἰ γὰρ ἐν Διονύσου τραγῳδοὺς ἐθεᾶσθε, ἀλλὰ μὴ περὶ σωτηρίας καὶ κοινῶν πραγμάτων ἦν λόγος, οὐκ ἂν οὕτως οὔτʼ ἐκείνου πρὸς χάριν οὔτʼ ἐμοῦ πρὸς ἀπέχθειαν ἠκούσατε. 5.8καίτοι τοῦτό γʼ ὑμᾶς οἶμαι νῦν ἅπαντας ᾐσθῆσθαι, ὅτι τὴν τότʼ ἄφιξιν εἰς τοὺς πολεμίους ποιησάμενος ὑπὲρ τοῦ τἀκεῖ χρήματʼ ὀφειλόμενʼ, ὡς ἔφη, κομίσας δεῦρο λῃτουργεῖν, καὶ τούτῳ τῷ λόγῳ πλείστῳ χρησάμενος, ὡς δεινὸν εἴ τις ἐγκαλεῖ τοῖς ἐκεῖθεν ἐνθάδε τὰς εὐπορίας ἄγουσιν, ἐπειδὴ διὰ τὴν εἰρήνην ἀδείας ἔτυχεν, ἣν ἐνθάδʼ ἐκέκτητʼ οὐσίαν φανεράν, ταύτην ἐξαργυρίσας πρὸς ἐκεῖνον ἀπάγων οἴχεται. 5.9δύο μὲν δὴ ταῦθʼ ὧν προεῖπον ἐγὼ μαρτυρεῖ τοῖς γεγενημένοις λόγοις ὀρθῶς καὶ δικαίως, οἷά περ ἦν, ἀποφανθένθʼ ὑπʼ ἐμοῦ· τὸ τρίτον δʼ, ἄνδρες Ἀθηναῖοι, (καὶ μόνον ἓν τοῦτʼ εἰπὼν ἔτι καὶ δὴ περὶ ὧν παρελήλυθʼ ἐρῶ,) ἡνίκα τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ἀπειληφότες ἥκομεν οἱ πρέσβεις,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.3 Dem. 5.8 (English) >>Dem. 5.11

Powered by PhiloLogic